Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες.
  2. ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότʼ ἔπειτα
  3. ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν.
  4. ἔνθεν δʼ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο
  5. καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν
  6. ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην
  7. δερκόμενοι παράμειβον· ὑπὸ πνοιῇ δὲ κάλωες
  8. ὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν.
  9. ἠῶθεν δʼ ἀνέμοιο διὰ κνέφας εὐνηθέντος
  10. ἀσπασίως ἄκρης Ἀχερουσίδος ὅρμον ἵκοντο.
  11. ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν,
  12. εἰς ἅλα δερκομένη Βιθυνίδα· τῇ δʼ ὑπὸ πέτραι
  13. λισσάδες ἐρρίζωνται ἁλίβροχοι· ἀμφὶ δὲ τῇσιν
  14. κῦμα κυλινδόμενον μεγάλα βρέμει· αὐτὰρ ὕπερθεν
  15. ἀμφιλαφεῖς πλατάνιστοι ἐπʼ ἀκροτάτῃ πεφύασιν.
  16. ἐκ δʼ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε
  17. κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστʼ Ἀίδαο
  18. ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμὴ
  19. πηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο
  20. συνεχές, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην,