Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι.
  2. ἡ δʼ ἰκέλη πτερόεντι μετήορος ἔσσυτʼ ὀιστῷ.
  3. ἔμπης δʼ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα
  4. νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη
  5. Οὔλυμπόνδʼ ἀνόρουσεν, ὅτʼ ἀσκηθεῖς ὑπάλυξαν.
  6. πέτραι δʼ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν
  7. νωλεμὲς ἐρρίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἦεν
  8. ἐκ μακάρων, εὖτʼ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ.
  9. οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο
  10. ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης
  11. τῆλʼ ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Ἀίδαο
  12. σώεσθαι· Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων·
  13. ‘ἔλπομαι αὐτῇ νηὶ τόγʼ ἔμπεδον ἐξαλέασθαι
  14. ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη,
  15. ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὖτέ μιν Ἄργος
  16. γόμφοισιν συνάρασσε· θέμις δʼ οὐκ ἔστιν ἁλῶναι.
  17. Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν,
  18. εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσεν,
  19. μηκέτι δείδιθι τοῖον· ἐπεὶ μετόπισθεν ἀέθλους
  20. εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς.’