Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἦ ῥʼ ἅμα, καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν
  2. νῆα διὲκ πέλαγος σεῦεν μέσον. αὐτὰρ ὁ τόνγε
  3. μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν·
  4. ‘Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι;
  5. ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην.
  6. χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο
  7. αὐτίκʼ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον
  8. νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι·
  9. νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας
  10. ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα
  11. νηὶ διαπλώειν, στυγέων δʼ, ὅτʼ ἐπʼ ἠπείροιο
  12. βαίνωμεν. πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν.
  13. αἰεὶ δὲ στονόεσσαν ἐπʼ ἤματι νύκτα φυλάσσω,
  14. ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε,
  15. φραζόμενος τὰ ἕκαστα σὺ δʼ εὐμαρέως ἀγορεύεις
  16. οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ· αὐτὰρ ἔγωγε
  17. εἷο μὲν οὐδʼ ἠβαιὸν ἀτύζομαι· ἀμφὶ δὲ τοῖο
  18. καὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδιʼ ἑταίρων
  19. εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω.’
  20. ὧς φάτʼ ἀριστήων πειρώμενος· οἱ δʼ ὁμάδησαν