Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἤδη δʼ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος,
  2. καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν
  3. κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δʼ ἐσιδόντες
  4. ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα
  5. νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν.
  6. ἀλλά μιν ἔφθη Τῖφυς ὑπʼ εἰρεσίῃ βαρύθουσαν
  7. ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη,
  8. ἐκ δʼ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα
  9. πετράων· ὑψοῦ δὲ μεταχρονίη πεφόρητο.
  10. Εὔφημος δʼ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους,
  11. ἐμβαλέειν κώπῃσιν ὅσον σθένος· οἱ δʼ ἀλαλητῷ
  12. κόπτον ὕδωρ. ὅσσον δʼ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν,
  13. δὶς τόσον ἂψ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κῶπαι
  14. ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.
  15. ἔνθεν δʼ αὐτίκʼ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα,
  16. ἡ δʼ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ
  17. προπροκαταΐγδην κοίλης ἁλός. ἐν δʼ ἄρα μέσσαις
  18. Πληγάσι δινήεις εἶχεν ῥόος· αἱ δʼ ἑκάτερθεν
  19. σειόμεναι βρόμεον· πεπέδητο δὲ νήια δοῦρα.
  20. καὶ τότʼ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης