Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. κάρτεϊ ᾧ πίσυνοι. τὰς δʼ αὐτίκα λοίσθιον ἄλλων
  2. οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο.
  3. σὺν δέ σφιν χύτο θυμός· ὁ δʼ ἀίξαι πτερύγεσσιν
  4. Εὔφημος προέηκε πελειάδα· τοὶ δʼ ἅμα πάντες
  5. ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ διʼ αὐτῶν
  6. ἔπτατο· ταὶ δʼ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν
  7. ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὦρτο δὲ πολλὴ
  8. ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς· αὖε δὲ πόντος
  9. σμερδαλέον· πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ.
  10. κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας
  11. κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον· ὑψόθι δʼ ὄχθης
  12. λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη.
  13. νῆα δʼ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δʼ ἔκοψαν
  14. οὐραῖα πτερὰ ταίγε πελειάδος· ἡ δʼ ἀπόρουσεν
  15. ἀσκηθής. ἐρέται δὲ μέγʼ ἴαχον· ἔβραχε δʼ αὐτὸς
  16. Τῖφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις
  17. ἄνδιχα. τοὺς δʼ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴ
  18. πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν
  19. εἴσω πετράων. τότε δʼ αἰνότατον δέος εἷλεν
  20. πάντας· ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος.