Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν,
  2. σεύατʼ ἴμεν πόντονδε, φίλα φρονέουσʼ ἐρέτῃσιν.
  3. ὡς δʼ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰ
  4. πλαζόμεθʼ ἄνθρωποι τετληότες, οὐδέ τις αἶα
  5. τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι,
  6. σφωιτέρους δʼ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος
  7. ὑγρή τε τραφερή τʼ ἰνδάλλεται, ἄλλοτε δʼ ἄλλῃ
  8. ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν·
  9. ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα
  10. θῆκεν ἐπʼ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς.
  11. οἱ δʼ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο
  12. τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν,
  13. δινήεις δʼ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν
  14. νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο,
  15. ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων
  16. νωλεμὲς οὔατʼ ἔβαλλε, βόων δʼ ἁλιμυρέες ἀκταί,
  17. δὴ τότʼ ἔπειθʼ ὁ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼς
  18. Εὔφημος πρῴρης ἐπιβήμεναι· οἱ δʼ ὑπʼ ἀνωγῇ
  19. Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο
  20. εἰρεσίην, ἵνʼ ἔπειτα διὲκ πέτρας ἐλάσειαν,