Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ.
  2. Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο
  3. μῆλα νέμειν προτέροισι παρʼ ἀνδράσιν· εὔαδε γάρ οἱ
  4. παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων
  5. τήνγʼ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν
  6. τηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις,
  7. αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος.
  8. ἔνθα δʼ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν
  9. Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες.
  10. τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην
  11. αὐτοῦ μακραίωνα καὶ ἀγρότιν· υἷα δʼ ἔνεικεν
  12. νηπίαχον Χείρωνος ὑπʼ ἄντροισιν κομέεσθαι.
  13. τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν
  14. Μοῦσαι, ἀκεστορίην τε θεοπροπίας τʼ ἐδίδαξαν·
  15. καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσʼ ἐνέμοντο
  16. ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τʼ ἐρυμνὴν
  17. Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο.
  18. ἦμος δʼ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους
  19. Σείριος, οὐδʼ ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσιν,
  20. τῆμος τόνγʼ ἐκάλεσσαν ἐφημοσύναις Ἑκάτοιο