Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν
  2. αἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε
  3. ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.
  4. τῷ δʼ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω
  5. αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτʼ ἀφίκανεν,
  6. ἀμπλακίην ἔγνων· βωμὸν δʼ ἐκέλευσα καμόντα
  7. Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπʼ αὐτῷ
  8. ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι.
  9. ἔνθʼ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτʼ ἐμεῖο
  10. ἐκλάθετʼ, οὐδʼ ἀθέρισσε· μόλις δʼ ἀέκοντα θύραζε
  11. πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.’
  12. ὧς φάτʼ Ἀγηνορίδης· ὁ δʼ ἐπισχεδὸν αὐτίκα δοιὼ
  13. ἤλυθʼ ἄγων ποίμνηθεν ὄις. ἀνὰ δʼ ἵστατʼ Ἰήσων,
  14. ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος.
  15. ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα
  16. ῥέζον ἐπʼ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο.
  17. κουρότεροι δʼ ἑτάρων μενοεικέα δαῖτʼ ἀλέγυνον.
  18. ἔνθʼ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός,
  19. τοὶ δʼ αὐτοῦ κατὰ δώματʼ ἀολλέες εὐνάζοντο.
  20. ἦρι δʼ ἐτήσιαι αὖραι ἐπέχραον, αἵ τʼ ἀνὰ πᾶσαν