Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. λοιμοῦ ἀλεξητῆρα. λίπεν δʼ ὅγε πατρὸς ἐφετμῇ
  2. Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας
  3. Παρράσιον, τοίπερ τε Λυκάονός εἰσι γενέθλης,
  4. καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο,
  5. ἱερά τʼ εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ
  6. Σειρίῳ αὐτῷ τε Κρονίδῃ Διί. τοῖο δʼ ἕκητι
  7. γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι
  8. ἤματα τεσσαράκοντα· Κέῳ δʼ ἔτι νῦν ἱερῆες
  9. ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς.
  10. καὶ τὰ μὲν ὧς ὑδέονται· ἀριστῆες δὲ καταῦθι
  11. μίμνον ἐρυκόμενοι· ξεινήια δʼ ἄσπετα Θυνοὶ
  12. πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον.
  13. ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες
  14. βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφʼ ἱερὰ θέντες,
  15. νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης
  16. τρήρωνος λήθοντο μετὰ σφίσιν· ἀλλʼ ἄρα τήνγε
  17. δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς
  18. Εὔφημος, γαίης δʼ ἀπὸ διπλόα πείσματʼ ἔλυσαν.
  19. οὐδʼ ἄρʼ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες·
  20. αὐτίκα δʼ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν