Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. κήδετο λευγαλέης, καὶ δʼ ἡμέας αὖθι πέλασσεν
  2. τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο·
  3. εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι ἦ τʼ ἂν ὀίω
  4. γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδʼ ἱκοίμην.’
  5. ὧς ἔφατʼ· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν·
  6. ‘Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος
  7. ἔστʼ ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί.
  8. ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι,
  9. καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν.’
  10. ὧς τώγʼ ἀλλήλοισι παραβλήδην ἀγόρευον.
  11. αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη
  12. Ἠριγενής· τὸν δʼ ἀμφὶ περικτίται ἠγερέθοντο
  13. ἀνέρες, οἳ καὶ πρόσθεν ἐπʼ ἤματι κεῖσε θάμιζον,
  14. αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς.
  15. τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο,
  16. ἔχραεν ἐνδυκέως, πολέων δʼ ἀπὸ πήματʼ ἔλυσεν
  17. μαντοσύνῃ· τῶ καί μιν ἐποιχόμενοι κομέεσκον.
  18. σὺν τοῖσιν δʼ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν
  19. φίλτατος· ἀσπάσιος δὲ δόμοις ἔνι τούσγʼ ἐνόησεν.
  20. πρὶν γὰρ δή νύ ποτʼ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν