Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο
  2. πείσματʼ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ,
  3. οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας.
  4. τοὺς μὲν ἔπειτʼ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσιν
  5. πέμφʼ ὁ γέρων· οἶον δὲ Παραίβιον αὐτόθι μίμνειν
  6. κέκλετʼ ἀριστήεσσι σὺν ἀνδράσιν· αἶψα δὲ τόνγε
  7. σφωιτέρων ὀίων ὅτις ἔξοχος, εἰς ἓ κομίσσαι
  8. ἧκεν ἐποτρύνας. τοῦ δʼ ἐκ μεγάροιο κιόντος
  9. μειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα·
  10. ‘ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν,
  11. οὐδʼ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδʼ ἀνὴρ
  12. τοῖος ἐὼν δεῦρʼ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη.
  13. εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι,
  14. δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο
  15. χρησμοσύνη τρύχεσκεν· ἐπʼ ἤματι δʼ ἦμαρ ὀρώρει
  16. κύντερον, οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι.
  17. ἀλλʼ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν
  18. ἀμπλακίης. ὁ γὰρ οἶος ἐν οὔρεσι δένδρεα τέμνων
  19. δή ποθʼ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων,
  20. ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ,