Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὧς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν·
  2. ‘ὦ τέκος, εὖτʼ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας,
  3. θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει
  4. ἐξ Αἴης· μετὰ δʼ Αἶαν ἅλις πομπῆες ἔσονται.
  5. ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν
  6. Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων.
  7. καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε.’
  8. ὧς φάτʼ Ἀγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ
  9. Θρηικίου Βορέαο κατʼ αἰθέρος ἀίξαντε
  10. οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δʼ ἀνόρουσαν
  11. ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο.
  12. Ζήτης δʼ ἱεμένοισιν, ἔτʼ ἄσπετον ἐκ καμάτοιο
  13. ἆσθμʼ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν
  14. ἤλασαν, ἠδʼ ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι,
  15. ὅρκιά τʼ εὐμενέουσα θεὰ πόρεν, αἱ δʼ ὑπέδυσαν
  16. δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης.
  17. γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι
  18. αὐτός τʼ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε
  19. Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν·
  20. ‘ἦ ἄρα δή τις ἔην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης