Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τόφρα δʼ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος
  2. πάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντο
  3. μῆλα, τά τʼ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν.
  4. αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,
  5. δαίνυνθʼ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεὺς
  6. ἁρπαλέως, οἷόν τʼ ἐν ὀνείρασι θυμὸν ἰαίνων.
  7. ἔνθα δʼ, ἐπεὶ δόρποιο κορέσσαντʼ ἠδὲ ποτῆτος,
  8. παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες.
  9. αὐτὸς δʼ ἐν μέσσοισι παρʼ ἐσχάρῃ ἧστο γεραιὸς
  10. πείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου·
  11. ‘κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι
  12. ἀτρεκές· ὅσσα δʼ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω.
  13. ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσιν
  14. χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς
  15. βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν
  16. μαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο.
  17. πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο,
  18. Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν,
  19. τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.
  20. οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν,