Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν
  2. εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ
  3. βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ.
  4. τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,
  5. εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τʼ ἀλέγοντες
  6. πείρετε· μηδʼ αὔτως αὐτάγρετον οἶτον ὄλησθε
  7. ἀφραδέως, ἢ θύνετʼ ἐπισπόμενοι νεότητι.
  8. οἰωνῷ δή πρόσθε πελειάδι πειρήσασθαι
  9. νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ διʼ αὐτῶν
  10. πετράων πόντονδε σόη πτερύγεσσι δίηται,
  11. μηκέτι δὴν μηδʼ αὐτοὶ ἐρητύεσθε κελεύθου,
  12. ἀλλʼ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ
  13. τέμνεθʼ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον
  14. ἔσσετʼ ἐν εὐχωλῇσιν, ὅσον τʼ ἐνὶ κάρτεϊ χειρῶν.
  15. τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι
  16. θαρσαλέως· πρὶν δʼ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω.
  17. εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται,
  18. ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαι
  19. ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε
  20. πετράων, οὐδʼ εἴ κε σιδηρείη πέλοι Λ̓ργώ.