Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας·
  2. ὧς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντες
  3. τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν.
  4. καί νύ κε δή σφʼ ἀέκητι θεῶν διεδηλήσαντο
  5. πολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες,
  6. εἰ μὴ ἄρʼ ὠκέα Ἶρις ἴδεν, κατὰ δʼ αἰθέρος ἆλτο
  7. οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν·
  8. ‘οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαι
  9. Ἁρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δʼ αὐτὴ
  10. δώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.’
  11. ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσιν
  12. ῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται,
  13. μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι
  14. εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν.
  15. οἱ δʼ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα
  16. σώεσθαι. Στροφάδας δὲ μετακλείουσʼ ἄνθρωποι
  17. νήσους τοῖό γʼ ἕκητι, πάρος Πλωτὰς καλέοντες.
  18. Ἄρπυιαί τʼ Ἶρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσαν
  19. κευθμῶνα Κρήτης Μινωίδος· ἡ δʼ ἀνόρουσεν
  20. Οὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν.