Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκʼ ἀρωγῆς.’
  2. τὼ μὲν ἔπειθʼ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον.
  3. αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι,
  4. λοίσθιον Ἁρπυίῃσιν ἑλώριον· ἐγγύθι δʼ ἄμφω
  5. στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν.
  6. καὶ δὴ τὰ πρώτισθʼ ὁ γέρων ἔψαυεν ἐδωδῆς·
  7. αἱ δʼ ἄφαρ ἠύτʼ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς,
  8. ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο
  9. κλαγγῇ μαιμώωσαι ἐδητύος· οἱ δʼ ἐσιδόντες
  10. ἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δʼ ἅμʼ ἀυτῇ
  11. πάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντο
  12. τῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο.
  13. τάων δʼ αὖ κατόπισθε δύω υἷες Βορέαο
  14. φάσγανʼ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκεν
  15. Ζεὺς μένος ἀκάματόν σφιν· ἀτὰρ Διὸς οὔ κεν ἑπέσθην
  16. νόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλας
  17. αἰέν. ὅτʼ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν.
  18. ὡς δʼ ὅτʼ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρη;
  19. ἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντες
  20. θείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν