Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. εἴτʼ οὖν μειλιχίῃ πειρησόμεθʼ Αἰήταο,
  2. εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.’
  3. ὧς ἔφατʼ· Ἄργου δʼ αὖτε παρηγορίῃσιν Ἰήσων
  4. ὑψόθι νῆʼ ἐκέλευσεν ἐπʼ εὐναίῃσιν ἐρύσσαι
  5. δάσκιον εἰσελάσαντας ἕλος· τὸ δʼ ἐπισχεδὸν ἦεν
  6. νισσομένων, ἔνθʼ οἵγε διὰ κνέφας ηὐλίζοντο.
  7. ἠὼς δʼ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη.
  1. εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε,
  2. ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων
  3. Μηδείης ὑπʼ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν
  4. ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις
  5. παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομʼ ἀνῆπται.
  6. ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν
  7. μίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησαν
  8. Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων
  9. ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι
  10. βούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη·
  11. ‘αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.
  12. τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες
  13. χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο,