Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν.
  2. ἐννύχιοι δʼ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο
  3. Φᾶσίν τʼ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντου.
  4. αὐτίκα δʼ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης
  5. ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν
  6. ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δʼ ἐρετμοῖς
  7. εἰσέλασαν ποταμοῖο μέγαν ῥόον· αὐτὰρ ὁ πάντῃ
  8. καχλάζων ὑπόεικεν. ἔχον δʼ ἐπʼ ἀριστερὰ χειρῶν
  9. Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης,
  10. ἔνθεν δʼ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τʼ ἄλση
  11. τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων
  12. πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν.
  13. αὐτὸς δʼ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ
  14. οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς
  15. γαίῃ τʼ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων
  16. ἡρώων· γουνοῦτο δʼ ἀπήμονας εἶναι ἀρωγοὺς
  17. εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι.
  18. αὐτίκα δʼ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν·
  19. ‘Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα
  20. Φάσιδος· ὥρη δʼ ἧμιν ἐνὶ σφίσι μητιάασθαι,