Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν
  2. μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς.
  3. ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.’
  4. ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν·
  5. ‘καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,
  6. Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω
  7. φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει
  8. θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.’
  9. ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν,
  10. ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη
  11. τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·
  12. ‘δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω
  13. παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται
  14. κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν
  15. θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίω
  16. κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.’
  17. ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,
  18. καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·
  19. ‘Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,
  20. οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.