Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. καχλάζων ὑπόεικεν. ἔχον δʼ ἐπʼ ἀριστερὰ χειρῶν
  2. Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης,
  3. ἔνθεν δʼ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τʼ ἄλση
  4. τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων
  5. πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν.
  6. αὐτὸς δʼ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ
  7. οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς
  8. γαίῃ τʼ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων
  9. ἡρώων· γουνοῦτο δʼ ἀπήμονας εἶναι ἀρωγοὺς
  10. εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι.
  11. αὐτίκα δʼ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν·
  12. ‘Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα
  13. Φάσιδος· ὥρη δʼ ἧμιν ἐνὶ σφίσι μητιάασθαι,
  14. εἴτʼ οὖν μειλιχίῃ πειρησόμεθʼ Αἰήταο,
  15. εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.’
  16. ὧς ἔφατʼ· Ἄργου δʼ αὖτε παρηγορίῃσιν Ἰήσων
  17. ὑψόθι νῆʼ ἐκέλευσεν ἐπʼ εὐναίῃσιν ἐρύσσαι
  18. δάσκιον εἰσελάσαντας ἕλος· τὸ δʼ ἐπισχεδὸν ἦεν
  19. νισσομένων, ἔνθʼ οἵγε διὰ κνέφας ηὐλίζοντο.
  20. ἠὼς δʼ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη.