Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου.
  2. καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι
  3. ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν
  4. ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς
  5. αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα.
  6. τὸν μὲν ἐπʼ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ
  7. νηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπης
  8. λαίφεα πάντʼ ἐτίναξε, παραιθύξας πτερύγεσσιν.
  9. οὐ γὰρʼ ὅγʼ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο,
  10. ἶσα δʼ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς,
  11. δηρὸν δʼ. οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν
  12. ἧπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δʼ αἰθὴρ
  13. οἰμωγῇ, μέσφʼ αὖτις ἀπʼ οὔρεος ἀίσσοντα
  14. αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν.
  15. ἐννύχιοι δʼ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο
  16. Φᾶσίν τʼ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντου.
  17. αὐτίκα δʼ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης
  18. ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν
  19. ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δʼ ἐρετμοῖς
  20. εἰσέλασαν ποταμοῖο μέγαν ῥόον· αὐτὰρ ὁ πάντῃ