Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δέ οἱ ἐσσεύοντο
  2. Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτʼ Ἰήσων.
  3. ὡς δʼ ὅτʼ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλʼ ἐφόβησαν
  4. ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες
  5. λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων,
  6. μαίονται δʼ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν,
  7. πόλλʼ ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὔτως
  8. στείνονται πίπτοντα περὶ σφίσιν· ὧς ἄρα τοίγε
  9. λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν.
  10. ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες
  11. ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν,
  12. αἱ δʼ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ
  13. βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι
  14. καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν·
  15. ὧς οἵγʼ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλʼ ἐκέδασθεν
  16. εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες·
  17. νήπιοι, οὐδʼ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο
  18. πῆμʼ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ
  19. ἠδʼ οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο
  20. καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος.