Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγανʼ ἑταῖροι
  2. ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ
  3. ἤλασʼ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἡ δʼ ἑκάτερθεν
  4. ἔνθα καὶ ἔνθʼ ὤμοισιν ἐπʼ ἀμφοτέροις ἐκεάσθη.
  5. αὐτὸς δʼ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα,
  6. τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας
  7. πλῆξε, καὶ ἐν κονίῃσι βάλεν· τοῦ δʼ ἆσσον ἰόντος
  8. δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί,
  9. δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δʼ ὑπελείπετʼ ὀπωπή.
  10. Ὠρεΐδης δʼ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων
  11. οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο,
  12. ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δʼ ἐπὶ δέρματι μοῦνον
  13. νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός.
  14. αὔτως δʼ Ἄρητος μενεδήιον Εὐρύτου υἷα
  15. Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας,
  16. οὔπω κηρὶ κακῇ πεπρωμένον· ἦ τάχʼ ἔμελλεν
  17. αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο.
  18. καὶ τότʼ ἄρʼ Λ̓γκαῖος Λυκοόργοιο θρασὺς υἱὸς
  19. αἶψα μάλʼ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν
  20. ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ