Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης.
  2. οἱ δʼ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον·
  3. ἤδη δʼ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο
  4. ἥρωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν·
  5. ‘Φράζεσθʼ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν,
  6. εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρʼ ἐκόμισσε??.
  7. ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα
  8. οὐδʼ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλʼ ὅτε θεσμοὺς
  9. ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν
  10. θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι.
  11. ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες
  12. πόντον ἐπέπλωμεν· μάλα δʼ ἡμέων αὐτὸς ἕκαστος
  13. εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος.’
  14. ὧς ἄρʼ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇς ἐτέτυκτο.
  15. καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τʼ ἀνδρῶν
  16. οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς
  17. ῥέξαντες μέγα δόρπον ἐφώπλισαν· οὐδέ τινʼ ὕπνος
  18. εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν.
  19. ξανθὰ δʼ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα
  20. ἀγχιάλῳ, τῇ, ἀκτῇ ἔπι, πρυμνήσιʼ ἀνῆπτο,