Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδʼ ἐπέεσσιν·
  2. ‘ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες
  3. λίσσεσθʼ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.
  4. Κρηθεὺς γάρ ῥʼ Ἀθάμας τε κασίγνητοι γεγάασιν.
  5. Κρηθῆος δʼ υἱωνὸς ἐγὼ σὺν τοισίδʼ ἑταίροις
  6. Ἑλλάδος ἐξ αὐτῆς νέομʼ ἐς πόλιν Αἰήταο.
  7. ἀλλὰ τὰ μὲν καὶ ??αῦτις ἐνίφομεν ἀλλήλοισιν.
  8. νῦν δʼ ἕσσασθε πάροιθεν· ὑπʼ ἐννεσίῃσι δʼ ὀίω
  9. ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.’
  10. ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.
  11. πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,
  12. μῆλʼ ἱερευσόμενοι· περὶ δʼ ἐσχάρῃ ἐστήσαντο
  13. ἐσσυμένως, ἥ τʼ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ
  14. στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο
  15. ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο.
  16. οὐδέ σφιν θέμις ἦεν, ὅτʼ ἀντιπέρηθεν ἵκοιντο,
  17. μήλων τʼ ἠδὲ βοῶν τῇδʼ ἐσχάρῃ ἱερὰ καίειν·
  18. ἀλλʼ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.
  19. αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτʼ ἐπάσαντο,
  20. δὴ τότ ἄρʼ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων·