Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αὐτῶν θʼ ὑμείων ὄνομα κλυτόν, ἠδὲ γενέθλην.’
  2. τὸν δʼ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι·
  3. ‘Αἰολίδην Φρίξον τινʼ ἀφʼ Ἑλλάδος Αἶαν ἱκέσθαι
  4. ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί,
  5. Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο,
  6. κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν
  7. Ἑρμείας· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε.
  8. τὸν μὲν ἔπειτʼ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν
  9. Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο
  10. Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν
  11. Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο.
  12. τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλʼ ὁ μὲν ἤδη
  13. γηραιὸς θάνε Φρίξος ἐν Λἰήταο δόμοισιν·
  14. ἡμεῖς δʼ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες
  15. νεύμεθʼ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι.
  16. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι,
  17. τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις,
  18. τῷ δὲ Μέλας· ἐμὲ δʼ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον.’
  19. ὧς φάτʼ· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο,
  20. καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ἰήσων