Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ‘Ζεὺς ἐτεῇ τὰ ἕκαστʼ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες
  2. λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι.
  3. ὡς μὲν γὰρ πατέρʼ ὑμὸν ὑπεξείρυτο φόνοιο
  4. μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον·
  5. ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν
  6. χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδʼ ἐπὶ νηὸς
  7. ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετʼ Αἶαν,
  8. εἶτε μετʼ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.
  9. τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ
  10. δούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργος
  11. τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμʼ ἐκέδασσεν,
  12. πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τʼ ἐνὶ πόντῳ
  13. στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν.
  14. ἀλλʼ ἄγεθʼ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν
  15. κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε
  16. καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς
  17. στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν.’
  18. ἴσκε παρηγορέων· οἱ δʼ ἔστυγον εἰσαΐοντες.
  19. οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο
  20. κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δʼ ἔειπεν