Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο·
  2. αὐτὰρ ὅγʼ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλʼ ἐτίνασσεν
  3. τυτθὸν ἐπʼ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν·
  4. νυκτὶ δʼ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα
  5. κεκληγὼς πνοιῇσι· κελαινὴ δʼ οὐρανὸν ἀχλὺς
  6. ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετʼ ἰδέσθαι
  7. ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο.
  8. οἱ δʼ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,
  9. υἱῆες Φρίξοιο φέρονθʼ ὑπὸ κύμασιν αὔτως.
  10. ἱστία δʼ ἐξήρπαξʼ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν
  11. νῆα διάνδιχʼ ἔαξε τινασσομένην ῥοθίοισιν.
  12. ἔνθα δʼ ὑπʼ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες
  13. δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ
  14. ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις.
  15. καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,
  16. κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας.
  17. αὐτίκα δʼ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον
  18. καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου
  19. χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.
  20. τοὺς δʼ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ