Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. υἱῆας Φρίξοιο μετʼ ἠιόνας βάλε νήσου
  2. νύχθʼ ὕπο λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ
  3. λῆξεν ἅμʼ ἠελίω·ͅ τάχα δʼ ἐγγύθεν ἀντεβόλησαν
  4. ἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον·
  5. ‘Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε
  6. ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν.
  7. πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι
  8. νηὸς ἀεικελίης διὰ δούρατα πάντʼ ἐκέδασσαν,
  9. ᾗ ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες.
  10. τούνεκα νῦν ὑμέας γουναζόμεθʼ, αἴ κε πίθησθε,
  11. δοῦναι ὅσον τʼ εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαι
  12. ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι.
  13. ἀλλʼ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε
  14. ξεινίου Ἱκεσίου τε· Διὸς δʼ ἄμφω ἱκέται τε
  15. καὶ ξεῖνοι· ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται.’
  16. τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν,
  17. μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι·
  18. ‘ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες.
  19. ἀλλʼ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης
  20. ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει,