Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τοίη ἄρʼ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατʼ ἀυτή.
  2. οὐδέ τινʼ οἰωνῶν ἔτʼ ἐσέδρακον, ἀλλʼ ὅτε νήσῳ
  3. χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκʼ ἄρʼ οἵγε
  4. μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο.
  5. ὡς δʼ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν
  6. ἐκ νεφέων ἀνά τʼ ἄστυ καὶ οἰκία, τοὶ δʼ ὑπὸ τοῖσιν
  7. ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες
  8. ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη
  9. ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον·
  10. ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες
  11. ὕψι μάλʼ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης.
  12. τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι
  13. ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα
  14. ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;
  15. υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο
  16. ἐξ Αἴης ἐνέοντο παρʼ Αἰήταο Κυταίου,
  17. Κολχίδα νῆʼ ἐπιβάντες, ἵνʼ ἄσπετον ὄλβον ἄρωνται
  18. πατρός· ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον.
  19. καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ.
  20. Ζεὺς δʼ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι,