Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αὐτὸς δʼ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι.
  2. ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας,
  3. ἡμίσεες μὲν ἐρέσσετʼ ἀμοιβαδίς, ἡμίσεες δὲ
  4. δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα.
  5. αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτʼ ἀυτὴν
  6. ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται
  7. νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθʼ ὕπερθεν.
  8. εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότʼ ἔπειτα
  9. σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.’
  10. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐπίρροθος ἥνδανε μῆτις.
  11. ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο
  12. δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο
  13. φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον·
  14. τοὶ δʼ αὖτʼ ἐγχείῃσι καὶ ἀσπίσι νῆʼ ἐκάλυψαν.
  15. ὡς δʼ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ,
  16. δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ,
  17. ἄλλῳ δʼ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν·
  18. ὧς οἵγʼ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν.
  19. οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο
  20. ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες,