Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης,
  2. ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο
  3. λυσάμενος τελαμῶνα κατήορον· ἐκ δʼ ἐφαάνθη
  4. ἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλά μιν ἥρως
  5. Εὐρυτίδης Κλυτίος—πρὸ γὰρ ἀγκύλα τείνατο τόξα,
  6. ἧκε δʼ ἐπʼ οἰωνὸν ταχινὸν βέλος—αὐτὰρ ἔπειτα
  7. πλῆξεν· δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός.
  8. τοῖσιν δʼ Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο·
  9. ‘νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς· ἴστε καὶ αὐτοὶ
  10. τούσδʼ ὄρνιθας ἰδόντες. ἐγὼ δʼ οὐκ ἔλπομαι ἰοὺς
  11. τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τινʼ ἄλλην
  12. μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γʼ ἐπικέλσαι
  13. μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν.
  14. οὐδὲ γὰρ Ἡρακλέης, ὁπότʼ ἤλυθεν Ἀρκαδίηνδε,
  15. πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης
  16. ὤσασθαι τόξοισι, τὸ μέν τʼ ἐγὼ αὐτὸς ὄπωπα.
  17. ἀλλʼ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων
  18. δούπει ἐπὶ σκοπιῆς περιμήκεος· αἱ δʼ ἐφέβοντο
  19. τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι.
  20. τῶ καὶ νῦν τοίην τινʼ ἐπιφραζώμεθα μῆτιν·