Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Λ̓́ρκτων μιν καλέουσιν ὄρος περιναιετάοντες·
  2. καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι ἐνναίουσιν
  3. Γηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι.
  4. ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθονται,
  5. αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο, ταὶ δʼ ὑπένερθεν
  6. τέσσαρες αἰνοτάτῃσιν ἐπὶ πλευρῇς ἀραρυῖαι.
  7. ἰσθμὸν δʼ αὖ πεδίον τε Δολίονες ἀμφενέμοντο
  8. ἀνέρες· ἐν δʼ ἥρως Λἰνήιος υἱὸς ἄνασσεν
  9. Κύζικος, ὃν κούρη δίου τέκεν Εὐσώροιο
  10. Αἰνήτη. τοὺς δʼ οὔτι καὶ ἔκπαγλοί περ ἐόντες
  11. Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ·
  12. τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες.
  13. ἔνθʼ Ἀργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισιν
  14. Θρηικίοις, Καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν.
  15. κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες
  16. Τίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο,
  17. κρήνῃ ὑπʼ Ἀρτακίῃ· ἕτερον δʼ ἔλον, ὅστις ἀρήρει,
  18. βριθύν· ἀτὰρ κεῖνόν γε θεοπροπίαις Ἑκάτοιο
  19. Νηλεΐδαι μετόπισθεν Ἰάονες ἱδρύσαντο
  20. ἱερόν, ἣ θέμις ἦεν, Ἰησονίης ἐν Ἀθήνης.