Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τοὺς δʼ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸς
  2. Κύζικος ἀντήσαντες ὅτε στόλον ἠδὲ γενέθλην
  3. ἔκλυον, οἵτινες εἶεν, ἐυξείνως ἀρέσαντο,
  4. καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας
  5. ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι,
  6. ἔνθʼ οἵγʼ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι
  7. εἱσάμενοι παρὰ θῖνα, θυηπολίης τʼ ἐμελοντο.
  8. δῶκεν δʼ αὐτὸς ἄναξ λαρὸν μέθυ δευουένοισιν
  9. μῆλά θʼ ὁμοῦ· δὴ γάρ οἱ ἔην φάτις, εὖτʼ ἂν ἵκωνται
  10. ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγε
  11. μείλιχον ἀντιάαν, μηδὲ πτολέμοιο μέλεσθαι.
  12. ἶσόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι,
  13. οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο·
  14. ἀλλʼ ἔτι οἱ κατὰ δώματʼ ἀκήρατος ἦεν ἄκοιτις
  15. ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα,
  16. Κλείτη ἐυπλόκαμος, τὴν μὲν νέον ἐξέτι πατρὸς
  17. θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν.
  18. ἀλλὰ καὶ ὧς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης
  19. τοῖς μέτα δαῖτʼ ἀλέγυνε, βάλεν δʼ ἀπὸ δείματα θυμοῦ.
  20. ἀλλήλους δʼ ἐρέεινον ἀμοιβαδίς· ἤτοι ὁ μέν σφεων