Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν.
  2. κεῖθεν δʼ εἰρεσίῃ Μέλανος διὰ βένθεα πόντου
  3. ἱέμενοι τῇ μὲν Θρῃκῶν χθόνα, τῇ δὲ περαίην
  4. Ἴμβρον ἔχον καθύπερθε· νέον γε μὲν ἠελίοιο
  5. δυομένου Χερόνησον ἐπὶ προύχουσαν ἵκοντο.
  6. ἔνθα σφιν λαιψηρὸς ἄη νότος, ἱστία δʼ οὔρῳ
  7. στησάμενοι κούρης Ἀθαμαντίδος αἰπὰ ῥέεθρα
  8. εἰσέβαλον· πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο
  9. ἦρι, τὸ δʼ ἐννύχιοι Ῥοιτειάδος ἔνδοθεν ἀκτῆς
  10. μέτρεον, Ἰδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες.
  11. Δαρδανίην δὲ λιπόντες ἐπιποοσέβαλλον Ἀβύδῳ,
  12. Περκώτην δʼ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν
  13. ἠιόνα ζαθέην τε παρήμειβον Πιτύειαν.
  14. καὶ δὴ τοίγʼ ἐπὶ νυκτὶ διάνδιχα νηὸς ἰούσης
  15. δίνῃ πορφύροντα διήνυσαν Ἑλλήσποντον.
  16. ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος
  17. τυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιο
  18. εἰς ἅλα κεκλιμένη, ὅσσον τʼ ἐπιμύρεται ἰσθμὸς
  19. χέρσῳ ἐπιπρηνὴς καταειμένος· ἐν δέ οἱ ἀκταὶ
  20. ἀμφίδυμοι, κεῖνται δʼ ὑπὲρ ὕδατος Λἰσήποιο.