Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐκ μακάρων· τύνη δʼ ἐμέθεν πέρι θυμὸν ἀρείω
  2. ἴσχανʼ, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι
  3. ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων.
  4. εἰ δʼ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
  5. τηλοῦ ἀναπλώοντι, σὺ δʼ ἄρσενα παῖδα τέκηαι,
  6. πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ
  7. πατρί τʼ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε
  8. τέτμῃ ἔτι ζώοντας, ἵνʼ ἄνδιχα τοῖο ἄνακτος
  9. σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.’
  10. ἦ, καὶ ἔβαινʼ ἐπὶ νῆα παροίτατος· ὧς δὲ καὶ ἄλλοι
  11. βαῖνον ἀριστῆες· λάζοντο δὲ χερσὶν ἐρετμὰ
  12. ἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δέ σφισιν Ἄργος
  13. λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος. ἔνθʼ ἄρα τοίγε
  14. κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν.
  15. ἑσπέριοι δʼ Ὀρφῆος ἐφημοσύνῃσιν ἔκελσαν
  16. νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντες
  17. ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας
  18. σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο.
  19. τῶν μὲν ἔτʼ οὐ προτέρω μυθήσομαι· ἀλλὰ καὶ αὐτὴ
  20. νῆσος ὁμῶς κεχάροιτο καὶ οἳ λάχον ὄργια κεῖνα