Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον
  2. καρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταίγε
  3. ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο,
  4. χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον,
  5. εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι.
  6. ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα
  7. Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος·
  8. ‘Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις
  9. χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα
  10. αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος
  11. σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω
  12. δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι.
  13. ῥηιδίως δʼ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις
  14. ἄλλων ἐκ πολίων· ἀλλʼ οὐ σύγε τήνδε μενοινὴν
  15. σχήσεις, οὔτʼ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι.
  16. μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη
  17. Ὑψιπύλης· λίπε δʼ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι
  18. πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.’
  19. τὴν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν·
  20. ‘Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο