Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀμβολίη δʼ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν
  2. ναυτιλίης· δηρὸν δʼ ἂν ἐλίνυον αὖθι μένοντες,
  3. εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν
  4. Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν·
  5. ‘δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμʼ ἀποέργει
  6. ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδʼ ἔβημεν
  7. κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δʼ ἕαδεν
  8. ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι;
  9. οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν
  10. ἐσσόμεθʼ ὧδʼ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας
  11. αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.
  12. ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δʼ ἐνὶ λέκτροις
  13. Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον
  14. παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.’
  15. ὧς νείκεσσεν ὅμιλον· ἐναντία δʼ οὔ νύ τις ἔτλη
  16. ὄμματʼ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι·
  17. ἀλλʼ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι
  18. σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτʼ ἐδάησαν.
  19. ὡς δʼ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι
  20. πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν