Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οὔρεά θʼ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες
  2. αὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντʼ ἐγένοντο.
  3. ἤειδεν δʼ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε
  4. Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο·
  5. ὥς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς,
  6. ἡ δὲ Ῥέῃ, ἔπεσον δʼ ἐνὶ κύμασιν Ὠκεανοῖο·
  7. οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον,
  8. ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς,
  9. Δικταῖον ναίεσκεν ὑπὸ σπέος· οἱ δέ μιν οὔπω
  10. γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ,
  11. βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.
  12. ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ.
  13. τοὶ δʼ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα
  14. πάντες ὁμῶς ὀρθοῖσιν ἐπʼ οὔασιν ἠρεμέοντες
  15. κηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς.
  16. οὐδʼ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς,
  17. ἣ θέμις, ἑστηῶτες ἐπὶ γλώσσῃσι χέοντο
  18. αἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο.
  19. αὐτὰρ ὅτʼ αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ἠὼς
  20. Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δʼ ἀνέμοιο