Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι,
  2. δὴ τότʼ ἀνέγρετο Τῖφυς· ἄφαρ δʼ ὀρόθυνεν ἑταίρους
  3. βαινέμεναί τʼ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά.
  4. σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ
  5. Πηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι.
  6. ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥʼ ἀνὰ μέσσην
  7. στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.
  8. οἱ δʼ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν,
  9. ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνὶ χώρῳ,
  10. εὐκόσμως σφετέροισι παρʼ ἔντεσιν ἑδριόωντο.
  11. μέσσῳ δʼ Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆος
  12. ἵζανον· ἄγχι δέ οἱ ῥόπαλον θέτο, καί οἱ ἔνερθεν
  13. ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις.· εἵλκετο δʼ ἤδη
  14. πείσματα, καὶ μέθυ λεῖβον ὕπερθʼ ἁλός. αὐτὰρ Ἰήσων
  15. δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματʼ ἔνεικεν.
  16. οἱ δʼ, ὥστʼ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ
  17. ᾔ που ἐν Ὀρτυγίῃ, ἢ ἐφʼ ὕδασιν Ἰσμηνοῖο
  18. στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῇ
  19. ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν·
  20. ὧς οἱ ὑπʼ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖς