Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν
  2. υἷας Ἀλωιάδας, οἷς οὐδʼ ὅσον ἰσοφαρίζεις
  3. ἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς
  4. ἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες.’
  5. ὧς ἔφατʼ· ἐκ δʼ ἐγέλασσεν ἄδην Ἀφαρήιος Ἴδας
  6. καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν·
  7. ‘ἄγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες,
  8. εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον,
  9. οἷον Ἀλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν.
  10. φράζεο δʼ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο,
  11. χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης.’
  12. Χώετʼ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη,
  13. εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι
  14. αὐτός τʼ Αἰσονίδης κατερήτυεν· ἂν δὲ καὶ Ὀρφεὺς
  15. λαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς.
  16. ἤειδεν δʼ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα,
  17. τὸ πρὶν ἐπʼ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ,
  18. νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα·
  19. ἠδʼ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν
  20. ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι·