Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Εὐρώπη Υιτυοῖο μεγασθενέος τέκε κούρη.
  2. κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν
  3. οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλʼ ὅσον ἄκροις
  4. ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ.
  5. καὶ δʼ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο·
  6. ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο
  7. νοσφισθεὶς Ἐργῖνος, ὁ δʼ Ἰμβρασίης ἕδος Ἥρης,
  8. παρθενίην, Ἀγκαῖος ὑπέρβιος· ἴστορε δʼ ἄμφω
  9. ἠμὲν ναυτιλίης ἠδʼ ἄρεος εὐχετόωντο.
  10. Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος
  11. ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε,
  12. Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε
  13. μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρʼ Οἰνεὺς
  14. ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν·
  15. ὧδʼ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον
  16. ἡρώων. τοῦ δʼ οὔτινʼ ὑπέρτερον ἄλλον ὀίω,
  17. νόσφιν γʼ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κʼ ἔτι μοῦνον
  18. αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν.
  19. καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι,
  20. εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι,