Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι.
  2. σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο,
  3. Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο·
  4. τούνεκʼ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὔ κέ τις ἔτλη
  5. ἠνορέην τʼ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦεν
  6. πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων.
  7. ἐκ δʼ ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο
  8. Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν,
  9. ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων
  10. ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν.
  11. Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἵκοντο,
  12. οὕς ποτʼ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια
  13. ἐσχατιῇ Θρῄκης δυσχειμέρου· ἔνθʼ ἄρα τήνγε
  14. Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν
  15. Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν.
  16. καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην
  17. κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο,
  18. λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας.
  19. τὼ μὲν ἐπʼ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς
  20. σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι,