Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. καὶ μὴν Ἀμφιδάμας Κηφεύς τʼ ἴσαν Ἀρκαδίηθεν,
  2. οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον,
  3. υἷε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἕσπετʼ ἰοῦσιν
  4. Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν,
  5. τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλʼ ὁ μὲν ἤδη
  6. γηράσκοντʼ Ἀλεὸν λίπετʼ ἂμ πόλιν ὄφρα κομίζοι,
  7. παῖδα δʼ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν.
  8. βῆ δʼ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε
  9. δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ
  10. πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ,
  11. αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι.
  12. βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο
  13. ἔμμεναι· Ἠλείοισι δʼ ὅγʼ ἀνδράσιν ἐμβασίλευεν,
  14. ὄλβῳ κυδιόων· μέγα δʼ ἵετο Κολχίδα γαῖαν
  15. αὐτόν??τʼ Αἰήτην ἰδέειν σημάντορα Κόλχων.
  16. Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες
  17. Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης
  18. πατροπάτωρ ἐπόλισσεν ἐπʼ ὀφρύσιν Αἰγιαλοῖο.
  19. Ταίναρον αὖτʼ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν,
  20. τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων