Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αὔτως δʼ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο
  2. πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα
  3. μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ.
  4. αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη
  5. ὃν πόσιν, οἷό περ οὕνεκʼ ἀποπλαγχθέντες ἔλειφθεν.’
  6. ἦ, καὶ κῦμʼ ἀλίαστον ἐφέσσατο νειόθι δύψας·
  7. ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ
  8. πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα.
  9. γήθησαν δʼ ἥρωες· ὁ δʼ ἐσσυμένως ἐβεβήκει
  10. Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρὶ
  11. ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε·
  12. ‘Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσιν
  13. εἴ τί περ ἀασάμην· πέρι γάρ μʼ ἄχος εἷλεν ἐνισπεῖν
  14. μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον, ἀλλʼ ἀνέμοισιν
  15. δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες.’
  16. τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν·
  17. ‘ὦ πέπον, ἦ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ,
  18. φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην
  19. ἔμμεναι. ἀλλʼ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω,
  20. πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περὶ πώεσι μήλων,