Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν,
  2. σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετʼ ὀπίσσω
  3. χερσὶν ὑφʼ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον.
  4. ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας
  5. τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖαν
  6. ἀμφʼ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν,
  7. ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν,
  8. κίνυται ἠχήεντος ὑπὸ πνοιῇ βορέαο.
  9. καὶ τὰ μὲν ὧς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι.
  10. τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη,
  11. Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης·
  12. ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθεʼ ἀείρας
  13. νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ
  14. νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν·
  15. ‘τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν
  16. Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα;
  17. Ἄργεΐ οἱ μοῖρʼ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι
  18. ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους,
  19. ναίειν δʼ ἀθανάτοισι συνέστιον, εἴ κʼ ἔτι παύρους
  20. ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω.