Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας,
  2. ἀλλʼ ἑτάρου περὶ φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ
  3. ἀμφʼ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι.’
  4. ἦ ῥα, καὶ ἀρθμηθέντες, ὅπῃ πάρος, ἑδριόωντο.
  5. τὼ δὲ Διὸς βουλῇσιν, ὁ μὲν Μυσοῖσι βαλέσθαι
  6. μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοῖο
  7. Εἰλατίδης Πολύφημος· ὁ δʼ Εὐρυσθῆος ἀέθλους
  8. αὖτις ἰὼν πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν
  9. Μυσίδʼ ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱ
  10. ἢ ζωοῦ εὕροιεν Ὕλα μόρον, ἠὲ θανόντος.
  11. τοῖο δὲ ῥύσιʼ ὄπασσαν ἀποκρίναντες ἀρίστους
  12. υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο,
  13. μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο.
  14. τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί,
  15. κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονται
  16. Τρηχῖνος. δὴ γάρ ῥα κατʼ αὐτόθι νάσσατο παῖδας,
  17. οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι.
  18. Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ
  19. λάβρος ἐπιπνείων· ἀτὰρ οὐδʼ ἐπὶ τυτθὸν ἄητο
  20. ἠοῦς τελλομένης, οἱ δὲ χθονὸς εἰσανέχουσαν