Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δʼ ἀταρποί,
  2. καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ,
  3. τῆμος τούσγʼ ἐνόησαν ἀιδρείῃσι λιπόντες.
  4. ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳὸς
  5. ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν
  6. σφωιτέρων ἑτάρων. ὁ δʼ ἀμηχανίῃσιν ἀτυχθεὶς
  7. οὔτε τι τοῖον ἔπος μετεφώνεεν, οὔτε τι τοῖον
  8. Αἰσονίδης· ἀλλʼ ἧστο βαρείῃ νειόθεν ἄτῃ
  9. θυμὸν ἔδων· Τελαμῶνα δʼ ἕλεν χόλος, ὧδέ τʼ ἔειπεν·
  10. ‘ἧσʼ αὔτως εὔκηλος, ἐπεί??ύ τοι ἄρμενον ἦεν
  11. Ἡρακλῆα λιπεῖν· σέο δʼ ἔκτοθι μῆτις ὄρωρεν,
  12. ὄφρα τὸ κείνου κῦδος ἀνʼ Ἑλλάδα μή σε καλύψῃ,
  13. αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον.
  14. ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρων
  15. εἶμι τεῶν, οἳ τόνγε δόλον συνετεκτήναντο.’
  16. ἦ, καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε· τὼ δέ οἱ ὄσσε
  17. ὄστλιγγες μαλεροῖο πυρὸς ὣς ἰνδάλλοντο.
  18. καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο
  19. λαῖτμα βιησάμενοι ἀνέμου τʼ ἄλληκτον ἰωήν,
  20. εἰ μὴ Θρηικίοιο δύω υἷες Βορέαο