Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὧς φάτο· τῷ δʼ ἀίοντι κατὰ κροτάφων ἅλις ἱδρὼς
  2. κήκιεν, ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα.
  3. χωόμενος δʼ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον
  4. τὴν θέεν, ᾗ πόδες αὐτὸν ὑπέκφερον ἀίσσοντα.
  5. ὡς δʼ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος
  6. πίσεά τε προλιπὼν καὶ ἑλεσπίδας, οὐδὲ νομήων
  7. οὐδʼ ἀγέλης ὄθεται, πρήσσει δʼ ὁδόν, ἄλλοτʼ ἄπαυστος,
  8. ἄλλοτε δʼ ἱστάμενος, καὶ ἀνὰ πλατὺν αὐχένʼ ἀείρων
  9. ἵησιν μύκημα, κακῷ βεβολημένος οἴστρῳ·
  10. ὧς ὅγε μαιμώων ὁτὲ μὲν θοὰ γούνατʼ ἔπαλλεν
  11. συνεχέως, ὁτὲ δʼ αὖτε μεταλλήγων καμάτοιο
  12. τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀυτῇ.
  13. αὐτίκα δʼ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ
  14. ἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τῖφυς
  15. ἐσβαίνειν ὀρόθυνεν, ἐπαύρεσθαί τʼ ἀνέμοιο.
  16. οἱ δʼ εἴσβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηὸς
  17. εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας.
  18. κυρτώθη δʼ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δʼ ἀπʼ ἀκτῆς
  19. γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην.
  20. ἦμος δʼ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς