Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Εἰλατίδης Πολύφημος, ἰὼν προτέρωσε κελεύθου,
  2. δέκτο γὰρ Ἡρακλῆα πελώριον, ὁππόθʼ ἵκοιτο.
  3. βῆ δὲ μεταΐξας Πηγέων σχεδόν, ἠύτε τις θὴρ
  4. ἄγριος, ὅν ῥά τε γῆρυς ἀπόπροθεν ἵκετο μήλων,
  5. λιμῷ δʼ αἰθόμενος μετανίσσεται, οὐδʼ ἐπέκυρσεν
  6. ποίμνῃσιν· πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆες
  7. ἔλσαν· ὁ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμῃσιν·
  8. ὧς τότʼ ἄρʼ Εἰλατίδης μεγάλʼ ἔστενεν, ἀμφὶ δὲ χῶρον
  9. φοίτα κεκληγώς· μελέη δέ οἱ ἔπλετο φωνή.
  10. αἶψα δʼ ἐρυσσάμενος μέγα φάσγανον ὦρτο δίεσθαι,
  11. μήπως ἢ θήρεσσιν ἕλωρ πέλοι, ἠέ μιν ἄνδρες
  12. μοῦνον ἐόντʼ ἐλόχησαν, ἄγουσι δὲ ληίδʼ ἑτοίμην.
  13. ἔνθʼ αὐτῷ ξύμβλητο κατὰ στίβον Ἡρακλῆι
  14. γυμνὸν ἐπαΐσσων παλάμῃ ξίφος· εὖ δέ μιν ἔγνω
  15. σπερχόμενον μετὰ νῆα διὰ κνέφας. αὐτίκα δʼ ἄτην
  16. ἔκφατο λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν·
  17. ‘δαιμόνιε, στυγερόν τοι ἄχος πάμπρωτος ἐνίψω.
  18. οὐ γὰρ Ὕλας κρήνηνδε κιὼν σόος αὖτις ἱκάνει.
  19. ἀλλά ἑ ληιστῆρες ἐνιχρίμψαντες ἄγουσιν,
  20. ἢ θῆρες σίνονται· ἐγὼ δʼ ἰάχοντος ἄκουσα.’